Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.118 Joseph. AJ 7.123 (English) >>Joseph. AJ 7.127

7.121συνέντες δὲ οἵ τε ἀναγκαῖοι καὶ οἱ ἡγεμόνες, ὅτι παρεσπονδήκασι καὶ δίκην ὑπὲρ τούτων ὀφείλουσι, προπαρασκευάζονται εἰς τὸν πόλεμον· καὶ πέμψαντες πρὸς Σύρον τὸν τῶν Μεσοποταμιτῶν βασιλέα χίλια τάλαντα σύμμαχον αὐτὸν ἐπὶ τούτῳ γενέσθαι τῷ μισθῷ παρεκάλεσαν καὶ Σουβάν· ἦσαν δὲ τοῖς βασιλεῦσι τούτοις πεζοῦ δύο μυριάδες. προσεμισθώσαντο δὲ καὶ τὸν ἐκ τῆς Μιχᾶς καλουμένης χώρας βασιλέα καὶ τέταρτον Ἴστοβον ὄνομα, καὶ τούτους ἔχοντας μυρίους καὶ δισχιλίους ὁπλίτας. 7.122

Οὐ κατεπλάγη δὲ τὴν συμμαχίαν καὶ τὴν τῶν Ἀμμανιτῶν δύναμιν Δαυίδης, τῷ δὲ θεῷ πεποιθὼς καὶ τῷ δικαίως αὐτοῖς ἀνθʼ ὧν ὑβρίσθη πολεμεῖν μέλλειν, Ἰώαβον τὸν ἀρχιστράτηγον δοὺς αὐτῷ τῆς στρατιᾶς τὸ ἀκμαιότατον ἐξ αὐτῆς ἔπεμψεν ἐπʼ αὐτούς. 7.123 δὲ πρὸς τῇ μητροπόλει τῶν Ἀμμανιτῶν Ἀραβαθᾶ κατεστρατοπεδεύσατο. τῶν δὲ πολεμίων ἐξελθόντων καὶ παραταξαμένων οὐχ ὁμοῦ διχῇ δέ, τὸ μὲν γὰρ ἐπικουρικὸν ἐν τῷ πεδίῳ καθʼ αὑτὸ ἐτάχθη, τὸ δὲ τῶν Ἀμμανιτῶν στράτευμα πρὸς ταῖς πύλαις ἀντικρὺ τῶν Ἑβραίων, ἰδὼν τοῦτο Ἰώαβος ἀντιμηχανᾶται· 7.124καὶ τοὺς μὲν ἀνδρειοτάτους ἐπιλεξάμενος ἀντιπαρατάσσεται τῷ Σύρῳ καὶ τοῖς μετʼ αὐτοῦ βασιλεῦσι, τὸ δʼ ἄλλο παραδοὺς Ἀβεσσαίῳ τῷ ἀδελφῷ τοῖς Ἀμμανίταις ἐκέλευσεν ἀντιπαρατάξασθαι, εἰπὼν ἂν τοὺς Σύρους ἴδῃ βιαζομένους αὐτὸν καὶ πλέον δυναμένους μεταγαγόντα τὴν φάλαγγα βοηθεῖν αὐτῷ, τὸ δʼ αὐτὸ τοῦτο ποιήσειν καὶ αὐτός, ἂν ὑπὸ τῶν Ἀμμανιτῶν αὐτὸν καταπονούμενον θεάσηται.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.118 Joseph. AJ 7.123 (English) >>Joseph. AJ 7.127

Powered by PhiloLogic